Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.87 Joseph. AJ 2.92 (English) >>Joseph. AJ 2.96

2.90 δὲ ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύσασθαι διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφʼ ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφʼ ἧς ταῦτα ἔπραττε. 2.91

Τριακοστὸν δʼ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον· ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι. 2.92ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δʼ ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι τῶν ἀτυχημάτων, δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων. 2.93τῆς δʼ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπʼ αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.87 Joseph. AJ 2.92 (English) >>Joseph. AJ 2.96

Powered by PhiloLogic